Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.9 Dem. 32.12 (English) >>Dem. 32.15

32.11ἐκ τούτων ἕνα, ἡνίχʼ οὗτος ἔπραττεν ὅπως ναῦς μὴ καταπλεύσεται δεῦρο, πρεσβευτὴν ἐκ βουλῆς τινα λαμβάνομεν γνώριμον οὑτωσί, τι δʼ ἦν οὐκ εἰδότες, ἀτύχημʼ οὐδὲν ἔλαττον, εἰ οἷόν τʼ εἰπεῖν, ἀτυχήσαντες τὸ ἐξ ἀρχῆς πονηροῖς ἀνθρώποις συμμεῖξαι. οὗτος πεμφθεὶς ὑφʼ ἡμῶν (Ἀριστοφῶν ὄνομʼ αὐτῷ), ὃς καὶ τὰ τοῦ Μικκαλίωνος πράγματʼ ἐσκευώρηται (ταῦτα γὰρ νῦν ἀκούομεν), ἠργολάβηκεν αὐτὸς καὶ κατεπήγγελται τουτῳί, καὶ ὅλως ἐστὶν πάντα πράττων οὗτος· ὁδὶ δʼ ἅσμενος δέδεκται ταῦτα. 32.12ὡς γὰρ διήμαρτεν τοῦ διαφθαρῆναι τὸ πλοῖον, οὐκ ἔχων ἀποδοῦναι τὰ χρήματα τοῖς δανείσασιν (πῶς γάρ; γʼ ἐξ ἀρχῆς μὴ ἐνέθετο) ἀντιποιεῖται τῶν ἡμετέρων, καί φησι τῷ Ἡγεστράτῳ ἐπὶ τούτῳ τῷ σίτῳ δεδανεικέναι ὃν παρʼ ἡμῶν ἐπιπλέων ἐπρίατο. οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἐξηπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δʼ οὐδέν, ἐλπίδʼ ἔχοντες ὑπὸ τούτου παρακρουσθέντων ὑμῶν ἐκ τῶν ἡμετέρων ἀπολήψεσθαι τὰ ἑαυτῶν, ὃν ἴσασιν ψευδόμενον ταῦτα καθʼ ἡμῶν, τούτῳ συνδικεῖν ἀναγκάζονται τοῦ συμφέροντος εἵνεκα τοῦ ἑαυτῶν.

32.13τὸ μὲν οὖν πρᾶγμʼ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, ὡς εἰπεῖν ἐν κεφαλαίῳ, τοιοῦτόν ἐστιν. βούλομαι δὲ τοὺς μάρτυρας ὧν λέγω πρῶτον ὑμῖν παρασχόμενος, μετὰ ταῦτʼ ἤδη καὶ τἄλλα διδάσκειν. καί μοι λέγε τὰς μαρτυρίας.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.9 Dem. 32.12 (English) >>Dem. 32.15

Powered by PhiloLogic